Δημοσθένης, Κατὰ Μειδίου 95-96


[95] Κάλει δὴ καὶ τὸν Στράτων’ αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα· ἑστάναι γὰρ ἐξέσται δήπουθεν αὐτῷ. Οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, πένης μὲν ἴσως ἐστίν, οὐ πονηρὸς δέ γε. οὗτος μέντοι πολίτης ὤν, ἐστρατευμένος ἁπάσας τὰς ἐν ἡλικίᾳ στρατείας καὶ δεινὸν οὐδὲν εἰργασμένος, ἕστηκε νυνὶ σιωπῇ, οὐ μόνον τῶν ἄλλων ἀγαθῶν τῶν κοινῶν ἀπεστερημένος, ἀλλὰ καὶ τοῦ φθέγξασθαι ἢ ὀδύρασθαι· καὶ οὐδ’ εἰ δίκαι’ ἢ ἄδικα πέπονθεν, οὐδὲ ταῦτ’ ἔξεστιν αὐτῷ πρὸς ὑμᾶς εἰπεῖν. [96] καὶ ταῦτα πέπονθ’ ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου καὶ τῆς ὑπερηφανίας παρὰ τὴν πενίαν καὶ ἐρημίαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι. καὶ εἰ μὲν παραβὰς τοὺς νόμους ἔλαβεν τὰς πεντήκοντα δραχμὰς παρ’ αὐτοῦ, καὶ τὴν δίκην ἣν κατεδιῄτησεν ἀποδεδιῃτημένην ἀπέφηνεν, ἐπίτιμος ἂν ἦν καὶ οὐδὲν ἔχων κακὸν τῶν ἴσων μετεῖχε τοῖς ἄλλοις ἡμῖν· ἐπειδὴ δὲ παρεῖδε πρὸς τὰ δίκαια Μειδίαν, καὶ τοὺς νόμους μᾶλλον ἔδεισε τῶν ἀπειλῶν τῶν τούτου, τηνικαῦτα τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιπέπτωκεν ὑπὸ τούτου.




Popular Posts / Δημοφιλείς Αναρτήσεις