Αντιφών, Περὶ τοῦ Ἡρῴδου φόνου 74-75


[74] Δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· ὁ μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων. καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπ’ ἐμοῦ· [75] νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθ’ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχ’ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτ’ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δ’ οὖν κεκινδυνεύσεται.


Popular Posts / Δημοφιλείς Αναρτήσεις