Ἰσοκράτης, Ἀρεοπαγητικός 72-73

[72] ἐγὼ δὲ καὶ τῶν ἰδιωτῶν τοὺς ὀλίγα μὲν κατορθοῦντας, πολλὰ δ’ ἐξαμαρτάνοντας μέμφομαι καὶ νομίζω φαυλοτέρους εἶναι τοῦ δέοντος, καὶ πρός γε τούτοις τοὺς γεγονότας ἐκ καλῶν κἀγαθῶν ἀνδρῶν, καὶ μικρῷ μὲν ὄντας ἐπιεικεστέρους τῶν ὑπερβαλλόντων ταῖς πονηρίαις, πολὺ δὲ χείρους τῶν πατέρων, λοιδορῶ, καὶ συμβουλεύσαιμ’ ἂν αὐτοῖς παύσασθαι τοιούτοις οὖσιν. [73] τὴν αὐτὴν οὖν γνώμην ἔχω καὶ περὶ τῶν κοινῶν· ἡγοῦμαι γὰρ δεῖν ἡμᾶς οὐ μέγα φρονεῖν, οὐδ’ ἀγαπᾶν εἰ κακοδαιμονησάντων καὶ μανέντων ἀνθρώπων νομιμώτεροι γεγόναμεν, ἀλλὰ πολὺ μᾶλλον ἀγανακτεῖν καὶ βαρέως φέρειν εἰ χείρους τῶν προγόνων τυγχάνοιμεν ὄντες· πρὸς γὰρ τὴν ἐκείνων ἀρετήν, ἀλλ’ οὐ πρὸς τὴν τῶν τριάκοντα πονηρίαν ἁμιλλητέον ἡμῖν ἐστιν, ἄλλως τε καὶ προσῆκον ἡμῖν βελτίστοις ἁπάντων ἀνθρώπων εἶναι.


Popular Posts / Δημοφιλείς Αναρτήσεις