Δημοσθένης, Κατὰ Ἀριστογείτονος Α΄ 69-71

[69] ἡγοῦμαι τοίνυν καὶ περὶ τῆς ἐνδείξεως, ἅ μοι παραλείπειν ἔδοξε Λυκοῦργος, βέλτιον εἶναι πρὸς ὑμᾶς εἰπεῖν. Ἐγὼ γὰρ οἶμαι δεῖν ὑμᾶς, ὥσπερ ἂν εἰ χρέος ἐσκοπεῖτ᾽ ἴδιον, οὕτως ἐξετάσαι τοῦτον καὶ τὰ τουτουὶ τοῦ ἀγῶνος δίκαια. Εἰ τοίνυν τις ὀφείλειν τιν᾽ ᾐτιᾶτο χρήματα, ὁ δ᾽ ἠρνεῖτο, εἰ μὲν ἐφαίνονθ᾽ αἵ τε συνθῆκαι καθ᾽ ἃς ἐδανείσατο κείμεναι καὶ οἱ τεθέντες ὅροι ἑστηκότες, τὸν ἀρνούμενον ἡγεῖσθ᾽ ἂν ἀναιδῆ δηλονότι, εἰ δ᾽ ἀνῃρημένα ταῦτα, τὸν ἐγκαλοῦντα· οὕτω ταῦτα πέφυκεν. [70] Εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθ᾽ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δ᾽ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη. Εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα· εἰ δ᾽ ἔτ᾽ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλ᾽ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαι᾽ ἀφανίζειν ἐπιχειρῶν. [71] Οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν ἡ κρίσις οὐδ᾽ ὁ λόγος, ἀλλ᾽ εἰ ὀφείλει. Ἢ δεινά γ᾽ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, ἰσχύσει τὸ ὀφείλειν κατ᾽ αὐτῶν· ἐὰν δέ τις μεγάλ᾽ ἠδικηκὼς ᾖ, μίαν θεὶς ἢ δύο καταβολὰς ἐπίτιμος ἔσται. Ἔτι τοίνυν τρί᾽ ἐστὶν τὰ ὀφλήμαθ᾽ ἃ ἐγγέγραπται καὶ ἐφ᾽ οἷς ἐνδέδεικται. Τὰ μὲν δὴ δύ᾽ ἐν ἀπογραφῇ πεποίηται, τὸ δ᾽ ἓν οὐδ᾽ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει.


Popular Posts / Δημοφιλείς Αναρτήσεις