Δημοσθένης, Κατὰ Στεφάνου Α΄ 49-50

[49] Ἐγὼ γὰρ ἀξιῶ, οὓς μὲν ἀφείλοντό μ᾽ ἐλέγχους περὶ τῶν ἐγκλημάτων, οὓς προσῆκον ἦν ῥηθῆναι, μὴ ζητεῖν αὐτοὺς νῦν, αἷς δ᾽ ἀφείλοντο μαρτυρίαις, ὡς εἰσὶν ἀληθεῖς, δεικνύναι. Εἰ δ᾽ ὅταν μὲν τὴν δίκην εἰσίω, τὰς μαρτυρίας μ᾽ ἐλέγχειν ἀξιώσουσιν, ὅταν δὲ ταύταις ἐπεξίω, περὶ τῶν ἐξ ἀρχῆς ἐγκλημάτων λέγειν με κελεύσουσιν, οὔτε δίκαι᾽ οὔθ᾽ ὑμῖν συμφέροντ᾽ ἐροῦσιν. [50] Δικάσειν γὰρ ὀμωμόκαθ᾽ ὑμεῖς οὐ περὶ ὧν ἂν ὁ φεύγων ἀξιοῖ, ἀλλ᾽ ὑπὲρ αὐτῶν ὧν ἂν ἡ δίωξις ᾖ. Ταύτην δ᾽ ἀνάγκη τῇ τοῦ διώκοντος λήξει δηλοῦσθαι, ἣν ἐγὼ τούτῳ ψευδομαρτυρίων εἴληχα. Μὴ δὴ τοῦτ᾽ ἀφεὶς περὶ ὧν οὐκ ἀγωνίζεται λεγέτω· μηδ᾽ ὑμεῖς ἐᾶτε, ἂν ἄρ᾽ οὗτος ἀναισχυντῇ.


Popular Posts / Δημοφιλείς Αναρτήσεις