Δημοσθένης, Περὶ τῶν ἐν Χερρονήσῳ 48-49

 [48] Εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλ’ ὀρθῶς δοκεῖ· ἀλλ’ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἂν ταῦτα μὴ ’θέλῃ, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα. [49] εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς θεῶν (οὐ γὰρ ἀνθρώπων γ’ οὐδεὶς ἂν γένοιτ’ ἀξιόχρεως τηλικούτου πράγματος) ὡς, ἐὰν ἄγηθ’ ἡσυχίαν καὶ ἅπαντα προῆσθε, οὐκ ἐπ’ αὐτοὺς ὑμᾶς τελευτῶν ἐκεῖνος ἥξει, αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας θεοὺς καὶ ἀνάξιον ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ πεπραγμένων τοῖς προγόνοις, τῆς ἰδίας ἕνεκα ῥᾳθυμίας τοὺς ἄλλους πάντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγ’ αὐτὸς μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτ’ εἰρηκέναι βουλοίμην· οὐ μὴν ἀλλ’ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε, ἅπαντα πρόεσθε.

Popular Posts / Δημοφιλείς Αναρτήσεις