Δημοσθένης, Περὶ τῆς Ῥοδίων ἐλευθερίας 34-35

[34] Ἀλλὰ γὰρ οὐχ ὅ τι τις κατηγορήσει τούτων ἢ τοῖς ἄλλοις ὑμῖν ἐπιπλήξει χαλεπὸν εὑρεῖν, ἀλλ’ ἀφ’ ὁποίων λόγων ἢ πράξεως ποίας ἐπανορθώσεταί τις ἃ νῦν οὐκ ὀρθῶς ἔχει, τοῦτ’ ἔργον εὑρεῖν. ἴσως μὲν οὖν οὐδὲ τοῦ παρόντος καιροῦ περὶ πάντων λέγειν· ἀλλ’ ἐὰν ἃ προῄρησθε δυνηθῆτ’ ἐπικυρῶσαι συμφερούσῃ τινὶ πράξει, καὶ τἆλλ’ ἂν ἴσως καθ’ ἓν ἀεὶ βέλτιον σχοίη. [35] ἐγὼ μὲν οὖν οἶμαι δεῖν ὑμᾶς ἀντιλαμβάνεσθαι τῶν πραγμάτων τούτων ἐρρωμένως, καὶ πράττειν ἄξια τῆς πόλεως, ἐνθυμουμένους ὅτι χαίρετ’ ἀκούοντες, ὅταν τις ἐπαινῇ τοὺς προγόνους ὑμῶν καὶ τὰ πεπραγμέν’ ἐκείνοις διεξίῃ καὶ τὰ τρόπαια λέγῃ. νομίζετε τοίνυν ταῦτ’ ἀναθεῖναι τοὺς προγόνους ὑμῶν οὐχ ἵνα θαυμάζητ’ αὐτὰ θεωροῦντες, ἀλλ’ ἵνα καὶ μιμῆσθε τὰς τῶν ἀναθέντων ἀρετάς.


Popular Posts / Δημοφιλείς Αναρτήσεις