Λυσία, Κατὰ Θεομνήστου Α΄ 30-31

Ἀκούω δ’ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέπεσθαι, ὡς ὀργισθεὶς εἴρηκε ταῦτα ἐµοῦ µαρτυρήσαντος τὴν αὐτὴν µαρτυρίαν ∆ιονυσίῳ. ὑµεῖς δ’ ἐνθυµεῖσθε, ὦ ἄνδρες δικασταί, ὅτι ὁ νοµοθέτης οὐδεµίαν ὀργῇ συγ γνώµην δίδωσιν, ἀλλὰ ζηµιοῖ τὸν λέγοντα, ἐὰν µὴ ἀποφαίνῃ ὡς ἔστιν ἀληθῆ τὰ εἰρηµένα. ἐγὼ δὲ δὶς ἤδη περὶ τούτου µεµαρτύρηκα· οὐ γὰρ πω ᾔδη ὅτι ὑµεῖς τοὺς µὲν ἰδόντας τιµωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώµην ἔχετε. περὶ µὲν οὖν τούτων οὐκ οἶδ’ ὅ τι δεῖ πλείω λέγειν· ἐγὼ δ’ ὑµῶν δέοµαι καταψηφίσασθαι Θε οµνήστου, ἐνθυµουµένους ὅτι οὐκ ἂν γένοιτο τούτου µείζων ἀγών µοι.


Popular Posts / Δημοφιλείς Αναρτήσεις