Ξενοφών, Κύρου Παιδεία 3, 1, 24-25

24. καὶ σύ γε, ἔφη, οἶσθα ὅτι ἀληθῆ λέγω: ἐπίστασαι γὰρ ὅτι οἱ μὲν φοβούμενοι μὴ φύγωσι πατρίδα καὶ οἱ μέλλοντες μάχεσθαι δεδιότες μὴ ἡττηθῶσιν [ἀθύμως διάγουσι, καὶ οἱ πλέοντες μὴ ναυαγήσωσι,] καὶ οἱ δουλείαν καὶ δεσμὸν φοβούμενοι, οὗτοι μὲν οὔτε σίτου οὔθ᾽ ὕπνου δύνανται λαγχάνειν διὰ τὸν φόβον: οἱ δὲ ἤδη μὲν φυγάδες, ἤδη δ᾽ ἡττημένοι, ἤδη δὲ δουλεύοντες, ἔστιν ὅτε δύνανται καὶ μᾶλλον τῶν εὐδαιμόνων ἐσθίειν τε καὶ καθεύδειν. 25. ἔτι δὲ φανερώτερον καὶ ἐν τοῖσδε οἷον φόρημα ὁ φόβος: ἔνιοι γὰρ φοβούμενοι μὴ ληφθέντες ἀποθάνωσι προαποθνῄσκουσιν ὑπὸ τοῦ φόβου, οἱ μὲν ῥιπτοῦντες ἑαυτούς, οἱ δ᾽ ἀπαγχόμενοι, οἱ δ᾽ ἀποσφαττόμενοι: οὕτω πάντων τῶν δεινῶν ὁ φόβος μάλιστα καταπλήττει τὰς ψυχάς. τὸν δ᾽ ἐμὸν πατέρα, ἔφη, νῦν πῶς δοκεῖς διακεῖσθαι τὴν ψυχήν, ὃς οὐ μόνον περὶ ἑαυτοῦ, ἀλλὰ καὶ περὶ ἐμοῦ καὶ περὶ γυναικὸς καὶ περὶ πάντων τῶν τέκνων [δουλείας] φοβεῖται; καὶ ὁ Κῦρος εἶπεν: 

Popular Posts / Δημοφιλείς Αναρτήσεις