Δημοσθένης, Περὶ τοῦ στεφάνου 204-205


Τίς γάρ οὐκ ἄν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καί τήν χώραν καί τήν πόλιν ἐκλιπεῖν ὑπέμειναν εἰς τάς τριήρεις ἐμβάντες ὑπέρ τοῦ μή τό κελευόμενον ποιῆσαι, τόν μέν ταῦτα συμβουλεύσαντα Θεμιστοκλεα στρατηγόν ἑλόμενοι, τόν δ’ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες, οὐ μόνον αὐτόν, ἀλλά καί αἱ γυναῖκες αἱ ὑμέτεραι τήν γυναῖκ” αὐτοῦ. Οὐ γάρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ρήτορα οὔτε στρατηγόν δι’ ὅτου δουλεύσουσι εὐτυχῶς, ἀλλά οὐδέ ἠξίουν, εἰ μή μετ” ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. Ἡγεῖτο γάρ αὐτῶν ἕκαστος οὐχί τῷ πατρί καί τῇ μητρί μόνον γεγενῆσθαι, ἀλλά καί τῇ πατρίδι. Διαφέρει δέ τί; ὅτι ὁ μέν τοῖς γονεῦσιν μόνον γεγενῆσθαι νομίζων τόν τῆς εἱμαρμένης καί τόν αὐτόματον θάνατον περιμένει, ὁ δέ καί τῇ πατρίδι, ὑπέρ τοῦ μή ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει καί φοβερωτέρας ἡγήσεται τάς ὕβρεις καί τάς ἀτιμίας, ἅς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη, τοῦ θανάτου.


Popular Posts / Δημοφιλείς Αναρτήσεις