Δημοσθένης, Κατὰ Ἀφόβου Β΄ 20-22

[20] Ἂν μὲν οὖν ἀργὸν φῇ γενέσθαι, λόγον αὐτὸς ἀπενήνοχεν ἀναλωμάτων οὐκ εἰς σιτία τοῖς ἀνθρώποις, ἀλλ᾽ εἰς ἔργα, τὸν εἰς τὴν τέχνην ἐλέφαντα καὶ μαχαιρῶν λαβὰς καὶ ἄλλας ἐπισκευάς, ὡς ἐργαζομένων τῶν δημιουργῶν. Ἔτι δὲ Θηριππίδῃ τριῶν ἀνδραπόδων, ἃ ἦν αὐτῷ ἐν τῷ ἐμῷ ἐργαστηρίῳ, μισθὸν ἀποδεδωκέναι λογίζεται. Καίτοι μὴ γενομένης ἐργασίας οὔτ᾽ ἐκείνῳ λαβεῖν μισθὸν οὔτ᾽ ἐμοὶ τὰ ἀναλώματα ταῦτα λογισθῆναι προσῆκεν. [21] Εἰ δ᾽ αὖ γενέσθαι μὲν φήσει, τῶν δ᾽ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γ᾽ ἔργ᾽ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. Εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων [22] εἰ δ᾽ αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δ᾽ αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματ᾽ αὐτὸς ἀνηλωκέναι, πλέον ἢ πεντακοσίας δραχμάς, λῆμμα δ᾽ εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματ᾽ ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθ᾽ οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. Λάβ᾽ οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθ᾽ αὐτοῖς.


Popular Posts / Δημοφιλείς Αναρτήσεις