Αισχύνης, Κατὰ Τιμάρχου 192-193

[192] Εὖ δ’ ἐπίστασθε, καί μοι σφόδρα τὸ μέλλον ῥηθήσεσθαι διαμνημονεύετε, εἰ μὲν δώσει τῶν ἐπιτηδευμάτων Τίμαρχος δίκην, ἀρχὴν εὐκοσμίας ἐν τῇ πόλει κατασκευάσετε· εἰ δ’ ἀποφεύξεται, κρείττων ἦν ὁ ἀγὼν μὴ γεγενημένος. πρὶν μὲν γὰρ εἰς κρίσιν Τίμαρχον καταστῆναι, φόβον τισὶ παρεῖχεν ὁ νόμος καὶ τὸ τῶν δικαστηρίων ὄνομα· εἰ δ’ ὁ πρωτεύων βδελυρίᾳ καὶ γνωριμώτατος εἰσελθὼν περιγενήσεται, πολλοὺς ἁμαρτάνειν ἐπαρεῖ, καὶ τελευτῶν οὐχ ὁ λόγος, ἀλλ’ ὁ καιρὸς ὑμᾶς ἐξοργιεῖ. [193] μὴ οὖν εἰς ἁθρόους, ἀλλ’ εἰς ἕνα ἀποσκήψατε, καὶ τὴν παρασκευὴν καὶ τοὺς συνηγόρους αὐτῶν παρατηρεῖτε· ὧν οὐδενὸς ἐγὼ ὀνομαστὶ μνησθήσομαι, ἵνα μὴ ταύτην ἀρχὴν τοῦ λόγου ποιήσωνται, ὡς οὐκ ἂν παρῆλθον, εἰ μή τις αὐτῶν ὀνομαστὶ ἐμνήσθη. ἀλλ’ ἐκεῖνο ποιήσω· ἀφελὼν τὰ ὀνόματα, διεξιὼν δὲ τὰ ἐπιτηδεύματα, καὶ τὰ σώματα αὐτῶν γνώριμα καταστήσω. ἔσται δ’ αὐτὸς ἑαυτῷ ἕκαστος αἴτιος, ἐὰν δεῦρο ἀναβῇ καὶ ἀναισχυντῇ.


Popular Posts / Δημοφιλείς Αναρτήσεις