Ἀνδοκίδης, Περὶ τῶν μυστηρίων 141-143

Δέοµαι οὖν ἁπάντων <ὑµῶν> περὶ ἐµοῦ τὴν αὐτὴν γνώµην ἔχειν, ἥνπερ καὶ περὶ τῶν ἐµῶν προγόνων, ἵνα κἀµοὶ ἐγγένηται ἐκείνους µιµήσασθαι, ἀναµνησθέντας αὐτῶν ὅτι ὅµοιοι τοῖς πλείστων καὶ µεγίστων ἀγαθῶν αἰτίοις τῇ πόλει γεγένηνται, πολλῶν ἕνεκα σφᾶς αὐτοὺς παρέχοντες τοιούτους, µάλιστα δὲ τῆς εἰς ὑµᾶς εὐνοίας, καὶ ὅπως, εἴ ποτέ τις αὐτοῖς ἢ τῶν ἐξ ἐκείνων τινὶ κίνδυνος γένοιτο ἢ συµφορά, σῴζοιντο συγγνώµης παρ’ ὑµῶν τυγχάνοντες. εἰκότως δ’ ἂν αὐτῶν µεµνῇσθε· καὶ γὰρ τῇ πόλει ἁπάσῃ αἱ τῶν ὑµετέρων προγόνων ἀρεταὶ πλείστου ἄξιαι ἐγένοντο. ἐπειδὴ γάρ, ὦ ἄνδρες, αἱ νῆες διεφθάρησαν, πολλῶν βουλοµένων τὴν πόλιν ἀνηκέστοις συµφοραῖς περιβαλεῖν, Λακεδαιµόνιοι ἔγνωσαν ὅµως τότε ἐχθροὶ ὄντες σῴζειν τὴν πόλιν διὰ τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς, οἳ ὑπῆρξαν τῆς ἐλευθερίας ἁπάσῃ τῇ Ἑλλάδι.


Popular Posts / Δημοφιλείς Αναρτήσεις