Ἰσοκράτης, Περὶ τοῦ ζεύγους 12-15

[12] Ἡγοῦμαι δ’ αὐτὸν παρ’ ὑμῶν δικαίως ἂν πλείστης συγγνώμης τυγχάνειν· ὑπὸ γὰρ τῶν τριάκοντ’ ἐκπεσόντες ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς ἐχρήσασθε. ἐξ ὧν ἐνθυμεῖσθαι χρή, πῶς ἕκαστος ὑμῶν διέκειτο καὶ τίνα γνώμην εἶχεν καὶ ποῖον κίνδυνον οὐκ ἂν ὑπέμεινεν ὥστε παύσασθαι μὲν μετοικῶν, κατελθεῖν δ’ εἰς τὴν πατρίδα, τιμωρήσασθαι δὲ τοὺς ἐκβαλόντας. [13] ἐπὶ τίνα δ’ ἢ πόλιν ἢ φίλον ἢ ξένον οὐκ ἤλθετε δεησόμενοι συγκαταγαγεῖν ὑμᾶς; τίνος δ’ ἀπέσχεσθε πειρώμενοι κατελθεῖν; οὐ καταλαβόντες τὸν Πειραιᾶ καὶ τὸν σῖτον τὸν ἐν τῇ χώρᾳ διεφθείρετε καὶ τὴν γῆν ἐτέμνετε καὶ τὰ προάστεια ἐνεπρήσατε καὶ τελευτῶντες τοῖς τείχεσιν προσεβάλετε; [14] καὶ ταῦθ’ οὕτω σφόδρ’ ἐνομίζετε χρῆναι ποιεῖν, ὥστε τοῖς ἡσυχίαν ἄγουσι τῶν συμφυγάδων μᾶλλον ὠργίζεσθε ἢ τοῖς αἰτίοις τῶν συμφορῶν γεγενημένοις. ὥστ’ οὐκ εἰκὸς ἐπιτιμᾶν τοῖς τῶν αὐτῶν ὑμῖν ἐπιθυμοῦσιν, οὐδὲ κακοὺς ἄνδρας νομίζειν, ὅσοι φεύγοντες κατελθεῖν ἐζήτησαν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μένοντες φυγῆς ἄξι’ ἐποίησαν· οὐδ’ ἐντεῦθεν ἀρξαμένους κρίνειν, ὁποῖός τις ἦν ὁ πατὴρ πολίτης, ὅτ’ οὐδὲν αὐτῷ τῆς πόλεως προσῆκεν, [15] ἀλλ’ ἐπ’ ἐκείνου τοῦ χρόνου σκοπεῖν οἷος ἦν πρὶν φυγεῖν περὶ τὸ πλῆθος, καὶ ὅτι διακοσίους ὁπλίτας ἔχων τὰς μεγίστας πόλεις τῶν ἐν Πελοποννήσῳ Λακεδαιμονίων μὲν ἀπέστησεν, ὑμῖν δὲ συμμάχους ἐποίησε, καὶ εἰς οἵους κινδύνους αὐτοὺς κατέστησε, καὶ ὡς περὶ Σικελίαν ἐστρατήγησεν. τούτων μὲν γὰρ ἐκείνῳ προσήκει χάριν ὑμᾶς ἔχειν· τῶν δ’ ἐν τῇ συμφορᾷ γενομένων τοὺς ἐκβαλόντας αὐτὸν δικαίως ἂν αἰτίους νομίζοιτε.


Popular Posts / Δημοφιλείς Αναρτήσεις